Εκτύπωση
Εμφανίσεις: 3548

ΟΙΚΟΥΜΕΝΙΚΟΝ ΠΑΤΡΙΑΡΧΕΙΟΝ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΛΕΡΟΥ ΚΑΛΥΜΝΟΥ ΚΑΙ ΑΣΤΥΠΑΛΑΙΑΣ  

ΠΡΑΞΙΣ  1032/9/2009

Ἡμεῖς ὁ Μητροπολίτης Λέρου, Καλύμνου καί Ἀστυπαλαίας Παΐσιος συνέταξε τήν ὑπ’ ἀριθ. 1032/9/2009 Πράξιν ἀφορῶσα τήν μεταφοράν τοῦ Ἱεροῦ Λειψάνου τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Σάββα, τοῦ ἐν τῇ Νήσῳ Καλύμνῳ Ἀσκήσαντος, ἀπό τον Ἱ.Ναόν τοῦ Ὁσίου ἐντός τῆς Ἁγίας καί Ἱερᾶς Μονῆς καί ἐτοποθετήθη ἐν τῷ παρεκκλησίῳ αὐτῆς, ὅπου εὑρίσκετο καί πρότερον.

     

Τό Ἱερόν καί Ἅγιον  καί  Σεβάσμιον  Σκήνωμα, τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Σάββα, τοῦ ἐν τῇ Νήσῳ Καλύμνῳ Ἀσκήσαντος, Ὅν τε ἀκέραιον καί εὐωδιάζον παρέδωκε τοῖς  πιστοῖς ὁ τῶν ὅλων Κύριος, ἐν ἐσχάτοις  καιροῖς, ἐκ τοῦ ἱεροῦ αὐτοῦ καταγωγείου μετοικήσαντος, Κύριος οίδε καί ἀνθρωπίνοις ρήμασι πειθόμενον καί ἔξωθεν τῆς ἐαυτοῦ μάνδρας εὑρεθέν ὡς ἀπόδημον τε καί παρεπίδημον ἀπό ἐτῶν κατώκησεν,  χάριτι θεία ἄχρι τοῦ νῦν, εἰς περικαλλήν  Ναόν πρός τιμήν καί μνήμην τοῦ ἐν Ὁσίοις Πατρός ἡμῶν Σάββα ἀνεγερθέντος καί ἐγκαινιασθέντος, Σήμερον ἐν ἔτει σωτηρίῳ δισχιλιετοῦς καί ἐννάτου, μηνός Ἰουνίου ιγ΄, ἐγώ ὁ ταπεινός Ἐπίσκοπος καί ποιμενάρχης τῆς νήσου ταύτης Παΐσιος, ὁ Ἀλικαρνασσοῦ κ. Ἐμμανουήλ, ὁ εὐαγής Κλῆρος τῆς νήσου, ὁ τῶν ὁσιοτάτων Μοναζουσῶν ὁ σύλλογος  καί πληθύς πιστῶν μετά τόν πανυγηρικόν Ἐσπερινόν εἰς τό Καθολικόν τῆς Ἱερᾶς Μονῆς, τῶν Ἁγίων Πάντων, τῆς τε καί ἑορταζούσης τήν μνήμην τῶν Ἁγίων Πάντων, μεταβάντες ἐν ἱερᾷ πομπῇ εἰς τον Ἱερόν Ναόν τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Σάββα καί γενομένης δεήσεως πρό τοῦ Ἱεροῦ Ἁγίου καί σεβασμίου σκηνώματος τοῦ Ὁσίου, μεταφέραμεν καί ἐναποθέσαμεν τοῦτο ἐντός τοῦ Ἱεροῦ καταγωγείου καί εἰς τόν τόπον ὅπου ἦν τό πρότερον.

     

Πρός πίστωσιν τούτου τοῦ γεγονότος ἡ παρούσα πρᾶξις κατεστρώθη ἐν τῷ Κώδικι τῆς Ἱερᾶς Μητροπόλεως Λέρου, Καλύμνου καί Ἀστυπαλαίας. 

Ἐν τῇ Ἱερᾷ Μητροπόλει

Κάλυμνος 13 Ἰουνίου 2009

Ο  ΜΗΤΡΟΠΟΛΙΤΗΣ

+Ὁ Λέρου, Καλύμνου καί Ἀστυπαλαίας ΠΑΪΣΙΟΣ