Ἀπολυτίκια τῶν Ἁγίων Ἰατρῶν
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἰατρείας τὴν γνῶσιν, τῷ Θεῷ ὑποτάξαντες, καὶ τῇ ἐπιστήμῃ ἀγάπης, ἐν τοῖς ἔργοις δουλεύσαντες, ὡς ἔφη ὁ Χριστὸς εἰς ἑκατόν, ἐκτήσασθε τῶν πόνων τὸν μισθόν, εἰς αἰῶνας μαρτυρούμενοι Ἰατροί, τοῖς θαύμασι τῶν νοσούντων. Δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ χαριτώσαντι, δόξα τῷ δωρουμένῳ δι᾽ ὑμῶν, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος γʹ. Θείας πίστεως.
Θείας χάριτος, τῇ συνεργίᾳ, ἐπαρκέσαντες, τῶν ἀσθενούντων, ταῖς ἀνάγκαις καὶ χρείαις μακάριοι, ἐν Ἰατροῖς ἐγνωρίσθητε Ἅγιοι, Θεοῦ τὴν δόξαν τοῖς πέρασι φαίνοντες. Ὅθεν πάντοτε, αὐτῷ ἐκτενῶς πρεσβεύετε, ὑγείαν καὶ χαρὰν ἡμῖν δωρήσασθαι.